Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.325 Joseph. BJ 7.331 (English) >>Joseph. BJ 7.339

7.328μένων γὰρ εὐμενὴς μετρίως γοῦν ἀπηχθημένος, οὐκ ἂν τοσούτων μὲν ἀνθρώπων περιεῖδεν ὄλεθρον, προήκατο δὲ τὴν ἱερωτάτην αὐτοῦ πόλιν πυρὶ καὶ κατασκαφαῖς πολεμίων. 7.329ἡμεῖς δʼ ἄρα καὶ μόνοι τοῦ παντὸς Ἰουδαίων γένους ἠλπίσαμεν περιέσεσθαι τὴν ἐλευθερίαν φυλάξαντες, ὥσπερ ἀναμάρτητοι πρὸς τὸν θεὸν γενόμενοι καὶ μηδεμιᾶς μετασχόντες , οἳ καὶ τοὺς ἄλλους ἐδιδάξαμεν; 7.330τοιγαροῦν ὁρᾶτε, πῶς ἡμᾶς ἐλέγχει μάταια προσδοκήσαντας κρείττονα τῶν ἐλπίδων τὴν ἐν τοῖς δεινοῖς ἀνάγκην ἐπαγαγών· 7.331οὐδὲ γὰρ τοῦ φρουρίου φύσις ἀνάλωτος οὖσα πρὸς σωτηρίαν ὠφέληκεν, ἀλλὰ καὶ τροφῆς ἀφθονίαν καὶ πλῆθος ὅπλων καὶ τὴν ἄλλην ἔχοντες παρασκευὴν περιττεύουσαν ὑπʼ αὐτοῦ περιφανῶς τοῦ θεοῦ τὴν ἐλπίδα τῆς

-- --

σωτηρίας ἀφῃρήμεθα. 7.332τὸ γὰρ πῦρ εἰς τοὺς πολεμίους φερόμενον οὐκ αὐτομάτως ἐπὶ τὸ κατασκευασθὲν τεῖχος ὑφʼ ἡμῶν ἀνέστρεψεν, ἀλλʼ ἔστι ταῦτα χόλος πολλῶν ἀδικημάτων, μανέντες εἰς τοὺς ὁμοφύλους ἐτολμήσαμεν. 7.333ὑπὲρ ὧν μὴ τοῖς ἐχθίστοις Ῥωμαίοις δίκας ἀλλὰ τῷ θεῷ διʼ ἡμῶν αὐτῶν ὑπόσχωμεν· αὗται δέ εἰσιν ἐκείνων μετριώτεραι· 7.334θνησκέτωσαν γὰρ γυναῖκες ἀνύβριστοι καὶ παῖδες δουλείας ἀπείρατοι, μετὰ δʼ αὐτοὺς ἡμεῖς εὐγενῆ χάριν ἀλλήλοις παράσχωμεν καλὸν ἐντάφιον τὴν ἐλευθερίαν φυλάξαντες. 7.335πρότερον δὲ καὶ τὰ χρήματα καὶ τὸ φρούριον πυρὶ διαφθείρωμεν· λυπηθήσονται γὰρ Ῥωμαῖοι, σαφῶς οἶδα, μήτε τῶν ἡμετέρων σωμάτων κρατήσαντες καὶ τοῦ κέρδους ἁμαρτόντες.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.325 Joseph. BJ 7.331 (English) >>Joseph. BJ 7.339

Powered by PhiloLogic